Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο ΜεγαλομάρτυραςΆγιος Φανούριος ο Νεοφανής, ο ΜεγαλομάρτυραςΚἂν εἰς σκότος ἔκειτο τῆς γαίας μέγα.Κἂν εἰς σκότος δ᾿ ἔκειτο τῆς γαίας μέγα.Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.Ο Άγιος Φανούριος είναι από τους πιο αγαπητούς άγιους σε όλο τον ελληνικό λαό, που κάθε χρόνο τιμά και πανηγυρίζει την μνήμη του στις 27 Αυγούστου.Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Οὐράνιον ἐφύμνιον, ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα· ἄνωθεν ὑμνῳδίαις εὐφημοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν· ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε.Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.Φερωνύμως ἐκλάμψας, ἐκ τῆς Ῥόδου Φανούριε, ὡς φωστὴρ ἀεὶ καταυγάζεις, Ἐκκλησίας τὸ πλήρωμα· τὴν γνῶσιν φανεροῖς γὰρ τῶν κρυπτῶν, νοσήματα διώκεις χαλεπά, καὶ παρίστασαι ταχύτατος βοηθός, τῶν πίστει ἀναβοώντων· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ φανερώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, μέγιστα θαύματα.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.Τὸν τῆς Ῥόδου προστάτην, καὶ μέγαν πρόμαχον, τὸν παραδόξως γνωσθέντα, τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῶν Μαρτύρων τὸ λαμπρόν, κλέος Φανούριον, ἀνευφημήσωμεν πιστοί, ὅτι χάριν ἐκ Θεοῦ, δεξάμενος ἰαμάτων, φερωνύμως ὡς φῶς ἐκλάμπει, ἄδυτον πᾶσι τοῖς τιμῶσι αὐτόν.Ἦχος δ΄. Ταχὺ προκατάλαβε.Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.῾Ιερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως· εὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν μεγαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τετύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν, βοήθειαν καθ’ ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς καταφεύγουσι τῇ σκέπῃ σου.Ἤθλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως· ἀλλ’ οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.Χαίροις ὁ ἐν Ῥόδῳ φανερωθείς, καὶ ἐξανατείλας, ὥσπερ ἥλιος ἐξ αὐτῆς, πᾶσαν καταυγάζων, Χριστοῦ τὴν Ἐκκλησίαν, θαυμάτων σου τῷ πλήθει, Μάρτυς Φανούριε.Χαίροις ὦ Φανούριε ἀθλητά, ὁ πᾶσι παρέχων, τὰ αἰτήματα συμπαθῶς· χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάισμα.[embedded content]Κανών Παρακλητικός εις τον Άγιο Φανούριον Χαιρετισμοί Αγίου Φανουρίου Κανόνες Οκτώηχοι εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Χειρ Αγγέλου (Άγγελος Ακοτάντος) 15ος αιώνας μ.Χ.
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Γεωργία Δαμικούκα© (www.tempera.gr)
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Σταύρος Τωνας© (ctonas-agiografies.blogspot.com)
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Σοφία Βλάχου© (taergamou.blogspot.com)
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Κωνσταντίνος Τσιρακίδης© (diaxeiroskt.blogspot.com)
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας – Λυδία Γουριώτη© (lydiagourioti-iconography.blogspot.com)
Άγιος Φανούριος ο Νεοφανής, ο Μεγαλομάρτυρας